Claudius Philoxenus
(0195) Text: [ἀντί]γραφον ὑπ[ομν]ηματισμοῦ. ἐξ [ὑπο]μνηματισμῶν | […]ου Κλαυδίου Φιλοξένου ἀρχιδικαστοῦ. ˪ ιθ’ Αὐτοκράτορο[ς] | [Καίσαρ]ος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φαμενὼθ κη ἐν Μέμφι | [ἐπὶ τοῦ βή]ματος. Ταποντὼς διʼ ἐκδίκου Πασίωνος [hand 2] τοῦ ἀνδρὸς [hand 1] πρὸς Φανομγέα | [καὶ …]θέα. Βερνεικιανοῦ ῥήτορος εἰπόντος Πεθέα πάππον τῆς | [συνηγ]ορουμένης πατέρα δὲ τῶν ἀντιδίκων ἔχοντα πρεσβύτα- | [τον υἱ]ὸν ὁμυώνυμον ἑαυτῷ τὸν πατέρα ταύτης τετελευτηκέναι, | [κατὰ δὲ] τοὺς νόμους τῆς τῶν ὑπαρχόντων διμοιρίας ἀντιλαμβανό- | [μενον] ἐκεῖνον εἰς τὴν συνηγορουμένην ἀφήλικα ο[ὖσ]αν συντετα- | [χέναι] καταγραφὰς ὑπαρχόντων, ἀποθανόν[το]ς δὲ το[ὺ]ς ἀντιδίκους | [θείου]ς τῆς παιδὸς ἐνσεσ(ε)ικέναι ἑαυτ[ο]ὺς τῇ ἐπ[ιτ]ροπῇ κα[ὶ] πάν- | [των ἀντ]ιλαμβαν[ομ]ένους μήτε λόγους τετάχθαι μήτε γραφὴν | [τῶν κατα]λειφθέντων κατακεχωρικέναι μήτε τροφὰς τῇ ἐπι- | [τροπευθ]είσῃ κεχορηγηκέναι. Διον[υσί]ο[υ] καὶ Ἁρποκρατίωνος ῥητ(όρων) | [ἀποκρι]ναμένων ὀνηλάτην δημόσιο[ν ὄ]ντα τὸν τῆς ἀντιδίκου | [πατέρα] μετέορα πολλὰ καταλ[ελο]ιπέναι, διʼ ἃ τοὺς συνηγορουμένους | [ἠναγκάσ]θαι τῶν πραγμάτων ἀντιλαμβάνεσθαι, ζημείας οὖν ὑπο- | [μένον]τες εἰς τοῦτον τὸν λόγον ἀξιοῦν, εἰ βούλεται ἡ ἀντίδικος | [κατασχ]εῖν τὰ πατρῷα παραδοχὴν γενέσθαι τῶν δαπανῶν αὐ- | [τῶν, δια]βεβαιουμένου τοῦ Πασίωνος μὴ γεγονέναι τὸν πατέρα | [τῆς ἐκ]δικουμένης ὀνηλάτην, Κλαύδιος Φιλόξενος νεοκόρος | [τοῦ μεγ]άλου Σαράπιδος γενόμενος ἔπαρχος σπείρης πρώτης | [Δαμασ]κηνῶν τῶν ἐν τῷ Μουσείῳ σιτουμένων ἀτελῶν | [ἱερεὺ]ς καὶ ἀρχιδικαστής· ὁ τοῦ νομοῦ στρατηγὸς ἐξετάσ(ε)ι | [περὶ το]ύτου, κ(αὶ ἐ)ὰν φανῶσι οἱ περὶ τὸν Φανομγέα κατὰ ταύτην | [τὴν αἰ]τίαν ἀντειλημμένοι τῶν πατρῴων, τῆς ἐκκαλούσης, | [ἀποκα]τασταθῆναι αὐτῇ ποιήσει τὰ προσήκοντα. ἀνέγνων.
Translation: [translation forthcoming]
Provenience: Memphis, Egypt (Mit Rahina, Egypt) after 24 Mar 135
Bibliography: BGU 1.136